Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.120 Joseph. AJ 14.125 (English) >>Joseph. AJ 14.129

14.123

Χρόνῳ δʼ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατʼ αὐτὴν δυνατὸς ὤν. 14.124Ἀριστόβουλος δʼ οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφʼ αἷς ἔτυχε τῆς παρὰ Καίσαρος ἐξουσίας, ἀλλʼ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ διαφθείρουσιν, θάπτουσι δʼ αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι. 14.125Σκιπίων δʼ ἐπιστείλαντος αὐτῷ Πομπηίου ἀποκτεῖναι Ἀλέξανδρον τὸν Ἀριστοβούλου αἰτιασάμενος τὸν νεανίσκον ἐπὶ τοῖς τὸ πρῶτον εἰς Ῥωμαίους ἐξημαρτημένοις τῷ πελέκει διεχρήσατο. καὶ μὲν οὕτως ἐν Ἀντιοχείᾳ τελευτᾷ. 14.126τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν αὐτὸν πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν ποιούμενος διετέλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.120 Joseph. AJ 14.125 (English) >>Joseph. AJ 14.129

Powered by PhiloLogic